litbaza книги онлайнРазная литератураСочинения. Том 2 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 61 62 63 64 65 66 67 68 69 ... 216
Перейти на страницу:
καλεῖν, εἴτε ἄλλο τι τὰ τοιαῦτα, πρός γε τὸ προκείµενον οὐδὲν διαφέρει. πάσαις γὰρ αὐταῖς ὑπάρχει τὰ εἰρηµένα, καὶ οὐ διαφέρουσιν ἀλλήλων εἴδει, καθάπερ αἱ ὁµοιοµέρειαι τοῖς ἐκείνας ὑποτιθεµένοις, ἢ τὰ τέτταρα στοιχεῖα τοῖς τιθεµένοις ταῦτα. φησὶν οὖν ὁ ῾Ιπποκράτης, ἐγὼ δέ φηµι, εἰ ἓν ἦν ἄνθρωπος, οὐδέποτ’ ἂν ἤλγεεν, ὀρθότατα λέγων. τὸ γὰρ ἓν ἀµετάβλητον εἰς ἕτερον, οὐκ ἔχον γε εἰς ὃ µεταβάλοι. τὸ δὲ ἀµετάβλητον ἀναλλοίωτον καὶ ἀπαθὲς, τὸ δὲ ἀπαθὲς ἀνώδυνον. γίγνεται τοίνυν ἐκ τῶν εἰρηµένων προτάσεων συµπέρασµα, τὸ ἓν ἀπαθὲς ὑπάρχειν ἐφ’ ᾧ πάλιν ἕτερος ἐρωτηθήσεται λόγος τοιόσδε. εἰ ἓν ἦν τῷ εἴδει τὸ στοιχεῖον, οὐδὲν ἐν τοῖς πᾶσιν οὐδέποτε ὀδυνήσεται· ἀλλὰ µὴν ὀδυνᾶται· οὐκ ἄρα ἕν ἐστι τὸ στοιχεῖον. ἐπεὶ δ’ ὑπέκειτο περὶ σαρκὸς ποιεῖσθαι τὸν λόγον, ἐπ’ ἐκείνης ἐξεταζέσθω. εἰ ἓν ἦν τῷ εἴδει τὸ τῆς σαρκὸς στοιχεῖον, οὐδέποτε ἡ σὰρξ ὀδυνήσεται· ἀλλὰ µὴν ὀδυνᾶται· οὐκ ἄρα ἕν ἐστι τῷ εἴδει τὸ τῆς σαρκὸς στοιχεῖον. ὁ δ’ αὐτὸςλόγος καὶ καθ’ ἕτερον ἐρωτηθήσεται τρόπον.εἰ ἀπαθές ἐστι τὸ τῆς σαρκὸς στοιχεῖον, οὐκ ὀδυνηθήσεται· ἀλλὰ µὴν ὀδυνᾶται· οὐκ ἄρα ἐστὶν ἀπαθές. εἰ δὲ καὶ πλείω λέγοι τις εἶναι τὰ στοιχεῖα, µὴ µέντοι γε ἀλλοιούµενα, καὶ ἐπ’ ἐκείνων ὁ αὐτὸς λόγος ἐρωτηθήσεται κατὰ τὸν αὐτὸν τρόπον. εἰ ἀπαθῆ τῆς σαρκός ἐστι τὰ στοιχεῖα, οὐκ ἀλγήσει· ἀλλὰ µὴν ἀλγεῖ· οὐκ ἄρα ἐστὶν ἀπαθῆ τὰ τῆς σαρκὸς στοιχεῖα. ὁ µὲν οὖν πρότερος λόγος ἀνατρέπει τήν τε τῶν ἀτόµων, καὶ τὴν τῶν ἀνόρµων, καὶ τὴν τῶν ἐλαχίστων ὑπόθεσιν. κατὰ δὲ τὸν δεύτερον ἥ τε τῶν ὁµοιοµερειῶν ἀναιρεῖται δόξα, καὶ ἡ ᾿Εµπεδοκλέους. καὶ γὰρ οὗτος ἐκ τῶν τεσσάρων στοιχείων βούλεται συνίστασθαι τὰ σώµατα, µὴ µεταβαλλόντων εἰς ἄλληλα. πρόσεχε νοῦν ἤδη τῷ λόγῳ, ὡς θᾶττον ἐλπίδος ἐξεῦρε τὸ µέγιστον µέρος ὧν ἐζήτεις. οὐκ ἀπαθῆ γὰρ ἀπέδειξεν εἶναι δεῖν τὰ στοιχεῖα τῆς σαρκός. οὔκουν ἔτι κα θέξουσι τὸ προκείµενον κατὰ τὸν λόγον ἐν τῇ συνθέσει τῶν ἀπαθῶν ἐκείνων σωµάτων, ἃ δὴ στοιχεῖα τῆς τῶν ὄντων ἁπάντων φύσεως ὑποτίθενται, τὰς ὀδύνας γεννᾶσθαι φάσκοντες. ἀπαθὲς γὰρ ὀδυνώµενον οὔθ’ ἡ διάνοια παραδέχεται, καὶ πολὺ δὴ µᾶλλον οὐδὲν τῶν αἰσθητῶν µαρτυρεῖ. τοὺς γοῦν δακτύλους εἰ συµπλέξῃς ἀλλήλοις, εἶτ’ αὖθις ἀποχωρίζοις, οὔθ’ ἡ σύνοδος, οὔθ’ ὁ διαχωρισµὸς ὀδύνην ἐργάσεται. τὸ µὲν γὰρ ὀδυνᾶσθαι σὺν τῷ πάσχειν ἐστίν. πάσχει δὲ οὐδὲν τὸ ψαῦον, ἐπειδήπερ ἐν δυοῖν τούτοιν ἐστὶ τὸ πάσχειν, ἀλλοιώσει τε τῇ δι’ ὅλων καὶ λύσει τῆς συνεχείας. ὁπότ’ οὖν οὐδ’ ἐν τοῖς παθητικοῖς ἐναργῶς σώµασιν οὔθ’ ἡ σύνοδος, οὔθ’ ἡ ἄφοδος ὀδύνην ἐργάζεται, σχολῇ γε ἂν ἐν τοῖς ἀπαθέσιν ἐργάσαιτο. οὐ µὴν οὐδὲ τὸ ἄναρµον τὸ ᾿Ασκληπιάδου θραυστὸν ὂν ὀδυνήσεται θραυόµενον, ἀναίσθητον γάρ ἐστιν. ὥστε οὐδὲ τούτῳ πλέον ὀδύνης ἔσται ἐξ ὧν πάσχει, τῆς αἰσθήσεως ἀπούσης, ὥσπερ ὀστῷ καὶ χόνδρῳ, καὶ πιµελῇ, καὶ συνδέσµῳ, καὶ θριξί. καὶ γὰρ ταῦτα πάντα πάσχει µὲν, οὐκ ὀδυνᾶται δὲ, διότι µηδὲ αἰσθάνεται. χρὴ τοίνυν τὸ µέλλον ὀδυνήσεσθαι παθητὸν εἶναι καὶ αἰσθητόν. οὐ µὴν ἐξ αἰσθητικῶν γε τῶν πρώτων ἀναγκαῖον εἶναι τὸ αἰσθητικὸν, ἀλλ’ ἀρκεῖ τὸ παθητικὸν µόνον. αἰσθητικὸν γὰρ δύναται γενέσθαι ποτὲ, µεταβάλλον τε καὶ ἀλλοιούµενον. ἐπεὶ δ’ ἀπείρους ἐγχωρεῖ τὸ πλῆθος γενέσθαι τὰς ἐκ τῶν στοιχείων ἀλλοιώσεις τε καὶ κράσεις, ἄπειροι τῶν κατὰ µέρος σωµάτων αἱ ἰδιότητες συστήσονται, καθ’ ἃς οὐδὲν ἄτοπον ἀναίσθητα γενέσθαι πολλὰ, καὶ τῶν αἰσθανοµένων τὸ µὲν µᾶλλον αἰσθάνεσθαι, τὸ δ’ ἧττον. ὅτι µὲν οὖν ἀναγκαῖόν ἐστι καὶ πλείω τοῦ ἑνὸς εἶναι τὰ στοιχεῖα, καὶ ἀλλοιοῦσθαι φύσιν ἔχοντα, δεδήλωται σαφῶς, τοῖς γε, ὡς ὀλίγον ἔµπροσθεν εἴρηται, τὴν παρασκευὴν ἔχουσιν ἅπασαν, ἐξ ὧν ἄν τις ἐπιστηµονικὸς γένοιτο. τοὺς δ’ εἰς τοσοῦτον ἥκοντας ἀναισθησίας, ὡς µηδ’, εἴ τίς ἐστιν ἀποδεικτικὴ µέθοδος, ζητῆσαι πρότερον ἐθέλειν, ἢ παρ’ ἄλλου µαθεῖν, ἢ ἀσκηθῆναι, τούτους οὐδὲ κοινω νοὺς τοῦ λόγου ποιητέον. οὐ γὰρ ἐρίζοντες ἄλλοις, ἢ νικᾷν ἐθέλοντες, ἀλλὰ τὴν ἀλήθειαν αὐτὴν εὑρεῖν σπουδάζοντες, ἐπὶ τόνδε τὸν λόγον ἀφικόµεθα. τῷ γὰρ βουλοµένῳ καὶ τὰς ἀπαιδεύτους ὑπολήψεις αὐτῶν ἐξελέγχειν ἴδιον γέγραπται βιβλίον, ἐν ᾧ περὶ τῶν καθ’ ῾Ιπποκράτην στοιχείων ἐπισκεπτόµεθα.

9. Πάλιν οὖν ἐπανελθόντες ἐπὶ τὸ προκείµενον, ἐπιθῶµεν αὐτῷ τέλος. ἐπειδὴ τὸ στοιχεῖον ἀλλοιωτόν ἐστι δι’ ὅλου, πόσα τὰ πάντ’ ἐστὶ στοιχεῖα, διέλθωµεν ἑξῆς, ἀρχὴν κᾀνταῦθα τῶν λόγων τῶν ἐναργῶς τι φαινοµένων ποιησάµενοι. τοῖς ἀλλοιοῦσιν ὁτιοῦν ἀναγκαῖον καὶ ἁψαµένοις ὧν πρῶτον ἀλλοιῶσι, ποιήσασθαι τὴν µεταβολὴν, ὥσπερ ἡ αἴσθησις διδάσκει, καὶ αὐτὴ τῶν πραγµάτων ἡ φύσις ἐνδείκνυται. παρὰ γὰρ τὴν ἔννοιάν ἐστιν ὑπὸ τῆς ἐνταῦθα φλογὸς ἀλλοιοῦσθαί τι τῶν ἐν Αἰγύπτῳ. καὶ µὴν εἰ ἁψάµενον ἀλλοιοῖ τὸ µεταβάλλον, ἀναγκαῖον αὐτῷ κατά τινας τῶν ἁπτῶν ποιότητας ἐνεργῆσαι. τί οὖν τὸ κωλῦον ἐστὶν ἐπισκέψασθαι πάσας αὐτάς; ὀξὺ µὲν οὖν τέµνει τὸ πλησιάζον, ἀλλ’ οὐκ ἀλλοιοῖ τὴν οὐσίαν αὐτοῦ, καθάπερ οὐδὲ τὸ βάρος, ἀλλὰ θλᾷ µὲν καὶ τοῦτο, δι’ ὅλου δ’ οὐκ ἐργάζεται τῆς πασχούσης οὐσίας τὴν µεταβολήν. οὐ µὴν οὐδὲ σκληρότης οὕτω ἀλλοιῶσαι δύναται τὸ πλησιάζον, ὡς εἰς ἕτερον εἶδος µεταστῆσαι. θερµότης µέντοι καὶ ψυχρότης ὅλην ἀλλοιῶσαι δύναται τὴν πλησιάζουσαν οὐσίαν. ὡσαύτως δὲ ὑγρότης καὶ ξηρότης, εἰ καὶ µὴ διὰ τάχους ὁµοίως ταῖς εἰρηµέναις, ἀλλ’ ἐν χρόνῳ γε καὶ αὗται µεταλλάττουσι τὰ ὑποκείµενα. ἆρ’ οὖν καὶ ἑτέραν τινὰ ἔχοµεν ἀλλοιοῦν δυναµένην; ἢ τὸ σύµπαν πλῆθος ἐν ταύταις ἐστί; καὶ µόνας ὀνοµάζεσθαί τε καὶ νοµίζεσθαι προσήκει τὰς εἰρηµένας ποιότητας δραστικὰς, καὶ µάλιστ’ ἐν αὐταῖς τὴν πρώτην ἀντίθεσιν, καὶ κατ’ αὐτὴν µᾶλλον τὴν θερµότητα, δραστικωτάτη γὰρ αὕτη τῶν ποιοτήτων ἐστίν. ἑξῆς δ’ αὐτῆς ψυχρότης, εἶθ’ ὑγρότης, καὶ ξηρότης. ἄλλη δὲ οὐδὲ µία ποιότης ἀλλοιοῖ τὰ πλησιάζοντα δι’ ὅλων αὐτῶν. εἰ γάρ τι διασπᾷ, καὶ θλᾷ, καὶ τέµνει, καὶ νύττει, δρᾷ µέντοι καὶ τοῦτο, δι’ ὅλου δὲ οὐκ ἐκτείνει τοῦ πάσχοντος τὴν ἀλλοίωσιν, ὅθεν οὐδ’ εἰς ἕτερον εἶδος οὐσίας αὐτὸ µεθίστησιν, ἀλλ’ εἰς πλείστας διαιρεῖ. τὴν γοῦν χιόνα διαιρῶν µὲν εἰς ἐλάχιστα µόρια, φυλάξεις χιόνα, θερµῄνας δὲ παύσεις τοῦ εἶναι χιόνα. καὶ γὰρ καὶ ἡ γένεσις ἐξ ὕδατος αὐτοῦ ψυχθέντος, οὐκ εἰς ἓν ἀθροισθέντος. αὔξησις µὲν γὰρ οὐσίας τοῦτο, γένεσις δὲ ἐκεῖνο. καὶ δὴ καὶ τῶν ἐναντίων, ἡ µὲν εἰς σµικρὰ διαίρεσις, µείωσις τῆς οὐσίας ἐστὶν, ἡ δὲ θέρµανσις, ἑτέρας οὐσίας ἐστὶ γένεσις, ὅταν ἀλλοιώσῃ τὸ προϋπάρχον εἶδος. ὅσα τοίνυν σώµατα πρῶτον τὰς τοιαύτας ἔχει ποιότητας, ἐκεῖνα στοιχεῖα τῶν ἄλλων ἁπάντων ἐστὶ, καὶ τῆς σαρκός. ἔστι δὲ ταῦτα γῆ, καὶ ὕδωρ, καὶ ἀὴρ, καὶ πῦρ, ἅπερ ἅπαντες οἱ µὴ φεύγοντες ἀπόδειξιν φιλόσοφοι στοιχεῖα τῶν γεννωµένων τε καὶ φθειροµένων ἔφασαν εἶναι. καὶ µεταβάλλειν εἰς ἄλληλά

1 ... 61 62 63 64 65 66 67 68 69 ... 216
Перейти на страницу:

Комментарии
Минимальная длина комментария - 20 знаков. Уважайте себя и других!
Комментариев еще нет. Хотите быть первым?